Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.31 Dem. 21.33 (English) >>Dem. 21.36

21.32ἴστε δήπου τοῦθʼ ὅτι τῶν θεσμοθετῶν τούτων οὐδενὶ θεσμοθέτης ἔστʼ ὄνομα, ἀλλʼ ὁτιδήποθʼ ἑκάστῳ. ἂν μὲν τοίνυν ἰδιώτην ὄντα τινʼ αὐτῶν ὑβρίσῃ τις κακῶς εἴπῃ, γραφὴν ὕβρεως καὶ δίκην κακηγορίας ἰδίαν φεύξεται, ἐὰν δὲ θεσμοθέτην, ἄτιμος ἔσται καθάπαξ. διὰ τί; ὅτι τοὺς νόμους ἤδη τοῦτο ποιῶν προσυβρίζει καὶ τὸν ὑμέτερον κοινὸν στέφανον καὶ τὸ τῆς πόλεως ὄνομα· γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἔστʼ ὄνομα, ἀλλὰ τῆς πόλεως. 21.33καὶ πάλιν γε τὸν ἄρχοντα, ταὐτὸ τοῦτο, ἐὰν μὲν ἐστεφανωμένον πατάξῃ τις κακῶς εἴπῃ, ἄτιμος, ἐὰν δʼ ἰδιώτην, ἰδίᾳ ὑπόδικος. καὶ οὐ μόνον περὶ τούτων οὕτω ταῦτʼ ἔχει, ἀλλὰ καὶ περὶ πάντων οἷς ἂν πόλις τινʼ ἄδειαν στεφανηφορίαν τινα τιμὴν δῷ. οὕτω τοίνυν καὶ ἐμέ, εἰ μὲν ἐν ἄλλαις τισὶν ἡμέραις ἠδίκησέ τι τούτων Μειδίας ἰδιώτην ὄντα, ἰδίᾳ καὶ δίκην προσῆκεν αὐτῷ διδόναι· 21.34εἰ δὲ χορηγὸν ὄνθʼ ὑμέτερον ἱερομηνίας οὔσης πάνθʼ ὅσʼ ἠδίκηκεν ὑβρίσας φαίνεται, δημοσίας ὀργῆς καὶ τιμωρίας δίκαιός ἐστι τυγχάνειν· ἅμα γὰρ τῷ Δημοσθένει καὶ χορηγὸς ὑβρίζετο, τοῦτο δʼ ἐστὶ τῆς πόλεως, καὶ τὸ ταύταις ταῖς ἡμέραις, αἷς οὐκ ἐῶσιν οἱ νόμοι. χρὴ δʼ, ὅταν μὲν τιθῆσθε τοὺς νόμους, ὁποῖοί τινές εἰσι σκοπεῖν, ἐπειδὰν δὲ θῆσθε, φυλάττειν καὶ χρῆσθαι· καὶ γὰρ εὔορκα ταῦθʼ ὑμῖν ἐστι καὶ ἄλλως δίκαια.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.31 Dem. 21.33 (English) >>Dem. 21.36

Powered by PhiloLogic